Εμφάνιση αναρτήσεων με ετικέτα Ευχές. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ευχές. Εμφάνιση όλων των αναρτήσεων

Στροφή εἰς προσευχήν

 

Εὐχή εἰς Θεομηνίαν Ἐμπρησμῶν

 

Δέσποτα Πολυέλεε καὶ Φιλάνθρωπε, ὁ Φῶς οἰκῶν ἀπρόσιτον, ὁ Μεγαλουργός καὶ Παντοκράτωρ, ὁ Ὑπεράγιος ὡς πῦρ καταναλίσκον καὶ ἅμα Ἐλεήμων καὶ Παρακλήτωρ, ὥσπερ φωνὴν αὔρας λεπτῆς ἐξαποστέλλων τοὺς οἰκτιρμούς Σου,  ὁ Ἰσχυρός, ὁ Ζῶν, ὁ πᾶσαν διακρατῶν καὶ διακυβερνῶν τὴν Οἰκουμένην, ἔπιδε, Σοῦ δεόμεθα, ἱλέῳ ὄμματι ἐπί τὸ Ἔθνος τοῦτο, τὸ ἠρημωμένον ἐκ τῶν ἐμπρησμῶν καὶ κατάπαυσον τὴν θεομηνίαν ταύτην, ἥν αἱ ἁμαρτίαι ἡμῶν προεκάλεσαν.

 

Ἴδε τὴν ταλαιπωρίαν καὶ τὸν ἐναγώνιον ὀδυρμόν τῶν δούλων σου.  Κάμφθητι πρὸς τοὺς στεναγμούς καὶ τὰς ἀπεγνωσμένας ἡμῶν καρδίας, τῶν τέκνων σου. Ἐπίβλεψον οἰκτιρμόνως ἐπί τοὺς κεκαυμένους καὶ εἰς ἔρημον δεινῶς μεταστραφέντας χλοερούς τὸ πρότερον τόπους. Πρόσχες ἐπί τὰ πετεινά ταῦτα τοῦ οὐρανοῦ καὶ ἐπὶ τὰ ζωα τοῦ δρυμοῦ, τὰ καλά λίαν ἔργα τῶν χειρῶν Σου.

 

Ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ διακόπτων τῇ φωνῇ Σου φλόγα πυρός, ὁ ἀνοίγων τὴν χεῖρα Σου καὶ ἐμπιπλῶν τοῖς σύμπασι χρηστότητα καὶ εὐδοκίαν, ὁ διδούς τροφήν πάσῃ σαρκί, τοῖς θηρίοις τῶν ὀρέων, ταῖς ἐλάφοις τῶν κοιλάδων, τοῖς λαγῳοῖς τῶν πετρῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων καὶ περί πᾶσαν μεριμνῶν καὶ προνοῶν καὶ ζωογονῶν τὴν Οἰκουμένην.

 

Ἐξαπόστειλον τὸν Λόγον Σου, Δέσποτα, καὶ στῆσον τὴν μάστιγα. Παῦσον τὴν θραῦσιν.  Ὡς ἐπί Ἀαρών διὰ τοῦ θυμιάματος ἀνεχαίτισας τὸ βρώμιον πῦρ τῆς παρεμβολῆς. Πνεύσει τὸ Πνεῦμά Σου καὶ ῥυήσονται ὕδατα. Ὡς ὄμβρος εἰρηνικὸς ἐπ᾿ ἄγρωστιν καὶ ὡσεὶ νιφετός, οἷα σποδὸς πάσσοντος, ἐπὶ χόρτον, οὕτω καταβήτω ἐφ᾿ ἡμᾶς καὶ τὴν πλᾶσιν ἅπασαν τὸ ἔλεός Σου, Κύριε.

 

Καὶ βλαστησάτω τοίνυν ἡ γῆ βοτάνην χόρτου ὡς τάχιστα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει τῇ σῇ Χάριτι καὶ εὐμενείᾳ τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀγαλλίασιν οἱ βουνοὶ αὖθις περιζώσονται. Καὶ ἀναβήσεται μυρσίνη καὶ κυπάρισσος, ἄρκευθοι ἀειθαλλεῖς καὶ κέδρα τοῦ Λιβάνου καὶ εὐωδία ἀνθέων διαχυθήσεται οἰκτιρμόνως πρὸς ἀναψυχήν.

 

Ότι Σύ ὑπάρχεις προσκυνητὸς καὶ ὑπεράγαθος, ἐλπὶς ἡμῶν καὶ εὐεργέτης μεγαλόδωρος τοῦ βίου, καὶ Σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.








 

.

Προσευχή προς την Παναγία


και δι' άκραν Φιλανθρωπίαν Ενανθρωπήσας

και μεταξύ ημών ευτελών ευρεθείς,
επωμισθείς δε και τα εκ της αμαρτίας φορτία ημών
και την επίμοχθον έτι ζωήν ημών,
επορεύθης κεκοπιακώς,
και ουκ είχες πού την κεφαλήν κλίνης,
και εις την Ιορδάνειον δέ  έρημον επί τεσσαράκοντα ημέρας ενεκαρτέρησας επί της αφιλοξένου άμμου κλινόμενος,
εις δε το Όρος των Ελαιών συνήγεσο μετά των μαθητών κατά τας νύκτας της εν Ιερουσαλήμ εκάστοτε παρεπιδημίας, επί του εδάφους μικρόν κουφιζόμενος,
και εν τω τραχύ ξύλω της πρύμνης του πλοίου ύπνωσας μικρόν εν μέσω τρικυμίας,
τέλος δε οδυνηρώς και τραγικώς την κεφαλήν εκουσίως έκλινας αιματηρώς επί του μετεώρου Σταυρού σου,
Είχες όμως ποτε τόπον, ίνα κλίνης την ιεροτάτην κεφαλήν Σου,
εις την ευαίσθητον και ουρανίου στοργής και αγάπης, πολυτιμοτάτην αγκάλην της Παναχράντου Μητρός Σου, της Αειπαρθένου Μαριάμ.
Ω, Δέποτα Παντοκράτορ, νυν εν τη Δόξη των ουρανών, εν Δεξιά του Προανάρχου Πατρός Ένθρονος διακυβερνών τα Σύμπαντα,
Και λαβών εν ίππω λευκώ, νικητής, πάσαν Εξουσίαν εν ουρανώ και επι γής,
Κράτος και ισχύν και Κυριαρχίαν επουρανίων και επιγείων και καταχθονίων,
Μνήσθητι της αναπαύσεως Εκείνης, εν τω υπερφυει υπέρ ημών άθλω σου επί της γης εν τω κόλπω της Παναμωμήτου Σου Μητρός
Και επάκουσον των δεήσεων Αυτής υπέρ ημών,
οτι επι πολύ επλήσθημεν εξουδενώσεως,
οτι εκολήθη η γλώσσα ημών τω λάρυγγι,
οτι εβραγχίασεν ο λάρυγξ ημων, εν τω κράζειν εκ βυθού ιλύος όλην την ημέραν,
ότι δια τα πολλά ημών αμαρτήματα,
πρόσωπον και παρρησίαν ουκ έχομεν προς Σε.
Τάχυνον Δεσποτα, ταις αυτής πρεσβείαις, της μόνης Γοργοϋπηκόου και Καταφυγής, Παρηγορητίσσης τε και Ελεηστρίας, Ἰατρίσσης και Οδηγητρίας, πάντα ισχυούσης ενώπιον της Μεγαλωσύνης σου,
Παντανάσσης Θεοτόκου και Περιβλέπου Κυρίας ημών και των Αγίων Αγγέλων,
Πολυτιμοτάτου και απειροτιμαλφούς κειμηλίου Υπαρχούσης αυτου του Σύμπαντος κόσμου,
Πρόσδεξαι, Δέσποτα, τας ικεσίας αυτής,
οτι και ημών των χριστιανών Μήτηρ κατελογίσθη,
και μόνην Αυτήν έχομεν ελπίδα,
ινα ρυσθώμεν των δεινών τούτων περιστάσεων και φόβων και απειλών,
ως και των επιβουλών και παγίδων των αντιχρίστων ισχυρών της γης, των παραπικραινόντων σε,
Και διανύσωμεν ούτω τον βίον ευσεβώς εφ'ω έκαστος ετάχθη καθηκόντως, έως του θρόνου σου απταίστως.
Εύρωμεν δε το αιώνιον και μέγα και πλουσιόν Σου θείον Έλεος,
Δοξάζοντες ασιγήτως την απειράγαθον χρηστότητά Σου, συν Πατρί και Πνεύματι,
Και μεγαλύνοντες εσαεί εν αγαλλιάσει και ευγνώμονι καρδία την λαμπρότητα της Αειπαρθένου. Αμήν.

Ἱκεσία Λαοῦ

Προσευχή δια λήξιν της Εθν.Κρίσεως

Λαός σου ἐσμέν, Δέσποτα Κύριε, καὶ πρόβατα νομῆς σου, ἐκτὸς Σοῦ ἄλλον Θεὸν οὐ γινώσκομεν καὶ οὐκ εξεκλίναμεν εἰς ὁδοὺς αλλοτρίας καὶ γόνυ πρὸς εἴδωλα κωφὰ καὶ ἀναίσθητα, πρὸς θεοὺς νεκροὺς καὶ ψευδεῖς οὐκ ἐκλίναμεν
Σοὶ μόνῳ τῷ Πλαστουργῷ καὶ Παντεπόπτῃ Θεῷ ἁμαρτάνομεν, ἀλλὰ καὶ Σοὶ μόνῳ προσπίπτομεν ἐκζητοῦντες τὸ θεῖον Σου ἔλεος. 
Τὸ ὄνομά Σου διακαῶς καὶ διηνεκῶς ἔτι καὶ ἔτι ἐν ἐλπίδι ψυχῆς ὀνομάζομεν.
Ἐπίβλεψον Δέσποτα Κύριε, ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ἐπίβλεψον ἱλέῳ ὄμματι ἐπὶ τὸν λαόν Σου καὶ ἐπὶ τὴν κληρονομίαν Σου.
Πάντες ἐξεκλίναμεν, φεῦ, πάντες ἠχρειώθημεν, ὡς πρόβατα ἐξεστραμμένα ἐπλανήθημεν, ἀπέστημεν ἀπὸ Σοῦ ὡς ἐπιλήσμονες τῶν δωρεῶν Σου καὶ ὅλως ἀναίσθητοι καὶ ἀχάριστοι, ἡμάρτομεν, Δέσποτα, δεινῶς καὶ παρεπικράναμεν τὴν Ἀγαθότητά Σου.
Ἀλλ᾿ αἰτούμεθα δεόμενοι καὶ λιτεύομεν τὴν σὴν ἀνείκαστον Ἀγαθότητα· Ἄνες, ἱλάσθητι Δέσποτα Κύριε Προσκυνητέ, ἄνες, ἄφες ἡμῖν πᾶσαν παρακοήν, ἵνα πληρωθῇ ἡ πολυφίλητος ὑπακοή. 
Ἄφες τὴν ἀποστασίαν καὶ τὴν μέθην τῆς ὑλοφροσύνης, ἐν ᾗ ἐσπαταλήθημεν καὶ δεινῶς ἐπτωχεύσαμεν. 
Ἐπίστρεψον ἡμᾶς εἰς νομὰς σωτηρίους, εἰς τὴν ὁδὸν τῶν ἐντολῶν Σου καὶ τῶν ἁγιασμάτων Σου, ἐν μετανοίᾳ καὶ συντριβῇ, εἰς ἀνάνηψιν τῶν ἀπεγνωσμένων ψυχῶν ἡμῶν καὶ εἰς φωτισμὸν γνώσεως καὶ εὐσεβείας.
Ἐπίστρεψον ἡμᾶς ἐπὶ τὰς παραδόσεις τοῦ εὐλογημένου γένους ἡμῶν.
Ἐπίστρεψον ἡμᾶς εἰς τὸ πατροπαράδοτον ἦθος ἡμῶν, εἰς σεμνότητα καὶ λιτότητα βίου, εἰς ἐνατενισμὸν καὶ πόθον τῶν ἐπουρανίων ἀγαθῶν.
Ἐπίστρεψον εἰς ἑνότητα πνεύματος καὶ τὴν πολυφίλητον ὁμόνοιαν.
Ἀνακάλεσαι ἡμᾶς εἰς οἰκειότητα καὶ εὐαρέστησιν τὴν Σήν.
Ἐπίστρεψον ἡμᾶς καὶ σωθησόμεθα, Κύριε Ὑπεράγαθε Εὐλογητέ.
Ἐπίφανον τὸ προσωπόν Σου καὶ σωθησόμεθα.
Καὶ αἰνέσομεν διὰ παντὸς τὴν μεγαλωσύνην Σου καὶ τὰ ἐλέη Σου, Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ Σωτὴρ ἡμῶν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς τῆς δόξης. Ἀμήν.                                              Θ.