Στροφή εἰς προσευχήν

 

Εὐχή εἰς Θεομηνίαν Ἐμπρησμῶν

 

Δέσποτα Πολυέλεε καὶ Φιλάνθρωπε, ὁ Φῶς οἰκῶν ἀπρόσιτον, ὁ Μεγαλουργός καὶ Παντοκράτωρ, ὁ Ὑπεράγιος ὡς πῦρ καταναλίσκον καὶ ἅμα Ἐλεήμων καὶ Παρακλήτωρ, ὥσπερ φωνὴν αὔρας λεπτῆς ἐξαποστέλλων τοὺς οἰκτιρμούς Σου,  ὁ Ἰσχυρός, ὁ Ζῶν, ὁ πᾶσαν διακρατῶν καὶ διακυβερνῶν τὴν Οἰκουμένην, ἔπιδε, Σοῦ δεόμεθα, ἱλέῳ ὄμματι ἐπί τὸ Ἔθνος τοῦτο, τὸ ἠρημωμένον ἐκ τῶν ἐμπρησμῶν καὶ κατάπαυσον τὴν θεομηνίαν ταύτην, ἥν αἱ ἁμαρτίαι ἡμῶν προεκάλεσαν.

 

Ἴδε τὴν ταλαιπωρίαν καὶ τὸν ἐναγώνιον ὀδυρμόν τῶν δούλων σου.  Κάμφθητι πρὸς τοὺς στεναγμούς καὶ τὰς ἀπεγνωσμένας ἡμῶν καρδίας, τῶν τέκνων σου. Ἐπίβλεψον οἰκτιρμόνως ἐπί τοὺς κεκαυμένους καὶ εἰς ἔρημον δεινῶς μεταστραφέντας χλοερούς τὸ πρότερον τόπους. Πρόσχες ἐπί τὰ πετεινά ταῦτα τοῦ οὐρανοῦ καὶ ἐπὶ τὰ ζωα τοῦ δρυμοῦ, τὰ καλά λίαν ἔργα τῶν χειρῶν Σου.

 

Ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ διακόπτων τῇ φωνῇ Σου φλόγα πυρός, ὁ ἀνοίγων τὴν χεῖρα Σου καὶ ἐμπιπλῶν τοῖς σύμπασι χρηστότητα καὶ εὐδοκίαν, ὁ διδούς τροφήν πάσῃ σαρκί, τοῖς θηρίοις τῶν ὀρέων, ταῖς ἐλάφοις τῶν κοιλάδων, τοῖς λαγῳοῖς τῶν πετρῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων καὶ περί πᾶσαν μεριμνῶν καὶ προνοῶν καὶ ζωογονῶν τὴν Οἰκουμένην.

 

Ἐξαπόστειλον τὸν Λόγον Σου, Δέσποτα, καὶ στῆσον τὴν μάστιγα. Παῦσον τὴν θραῦσιν.  Ὡς ἐπί Ἀαρών διὰ τοῦ θυμιάματος ἀνεχαίτισας τὸ βρώμιον πῦρ τῆς παρεμβολῆς. Πνεύσει τὸ Πνεῦμά Σου καὶ ῥυήσονται ὕδατα. Ὡς ὄμβρος εἰρηνικὸς ἐπ᾿ ἄγρωστιν καὶ ὡσεὶ νιφετός, οἷα σποδὸς πάσσοντος, ἐπὶ χόρτον, οὕτω καταβήτω ἐφ᾿ ἡμᾶς καὶ τὴν πλᾶσιν ἅπασαν τὸ ἔλεός Σου, Κύριε.

 

Καὶ βλαστησάτω τοίνυν ἡ γῆ βοτάνην χόρτου ὡς τάχιστα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει τῇ σῇ Χάριτι καὶ εὐμενείᾳ τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀγαλλίασιν οἱ βουνοὶ αὖθις περιζώσονται. Καὶ ἀναβήσεται μυρσίνη καὶ κυπάρισσος, ἄρκευθοι ἀειθαλλεῖς καὶ κέδρα τοῦ Λιβάνου καὶ εὐωδία ἀνθέων διαχυθήσεται οἰκτιρμόνως πρὸς ἀναψυχήν.

 

Ότι Σύ ὑπάρχεις προσκυνητὸς καὶ ὑπεράγαθος, ἐλπὶς ἡμῶν καὶ εὐεργέτης μεγαλόδωρος τοῦ βίου, καὶ Σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.








 

.