Άγιος Ιγνάτιος ο Θεοφόρος

 

 

«ὀναίμην τῶν θηρίων τῶν ἐμοὶ ἡτοιμασμένων 

καὶ εὔχομαι σύντομά μοι εὑρεθῆναι· 

ἃ καὶ κολακεύσω, συντόμως με καταφαγεῖν, οὐχ ὥσπερ τινῶν δειλαινόμενα οὐχ ἥψαντο. 

κἂν αὐτὰ δὲ ἄκοντα μη· θελήσῃ, ἐγὼ προσβιάσομαι.  

συγγνώμην μοι ἔχετε· τί μοι συμφέρει, ἐγὼ γινώσκω, νῦν ἄρχομαι μαθητὴς εἶναι. 

μηθέν με ζηλώσαι τῶν ὁρατῶν καὶ ἀοράτων, ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω. 

πῦρ καὶ σταυρὸς θηρίων τε συστάσεις, ἀνατομαί, διαιρέσεις, σκορπισμοὶ ὀστέων, συγκοπὴ μελῶν, ἀλεσμοὶ ὅλου τοῦ σώματος, κακαὶ κολάσεις τοῦ διαβόλου ἐπ ̓ ἐμὲ ἐρχέσθωσαν, 

μόνον ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω»..