Αναμένοντας τον Λυτρωτή..

  

Προσμένοντας τὸν Ἐνανθρωπήσαντα Λυτρωτήν.

Ἰησοῦ ὁ τεχθεὶς ὑπὲρ ἔννοιαν,
ἐκ Παρθένου Μαρίας ἐπάκουσον,
ἐμπαθοῦς καὶ ἀχρείου οἰκέτου Σου,
καὶ αἰσχρῶν ἐννοιῶν ἐλεύθερωσον.

Ἰησοῦ ὁ Θεός μου καὶ Κύριος,
Ἰησοῦ ὁ Σωτήρ μου καὶ Πλάστης μου,
ἰνδαλμάτων εἰκόνας ἀφάνισον,
μιαινούσας τὸν νοῦν καὶ διάνοιαν.

Ὡραΐζεις ψυχὰς τῶν φιλούντων σε,
Ἰησοῦ Βασιλεῦ ὡραιότατε,
καὶ τιτρώσκων αὐτὰς τῷ σῷ ἔρωτι,
ἀνυψοῖς ἐκ τῶν γῆθεν πρὸς τ᾿ ἄφθαρτα.

Ἰησοῦ τοῦ Πατρὸς τὸ ἀπαύγασμα,
τὸ αὐγάσαν τὴν σύμπασαν ἅπασαν,
τῆς ψυχῆς μου τὸ σκότος ἀφάνισον,
καὶ φωτί Σου τῷ θείῳ καταύγασον.

Ἰησοῦ ἡ Σοφία ἡ ἄφραστος,
ὁ σοφίζων Ἀγγέλων τὰ Τάγματα·
ἱκετεύτω τὸν νοῦν μου συνέτισον,
καὶ σοφίας τῆς θείας Σου ἔμπλησον.

Ναὸν θεῖόν με ποίησον Κύριε,
παρθενίας ἁγνείας πρᾳότητος,
προσευχῆς νοερᾶς ἐργαστήριον,
καὶ ἀγάπης διπλῆς οἰκητήριον.

Ἰησοῦ μου φιλάνθρωπε εὔσπλαγχνε,
ὑπομένειν τὰς θλίψεις ἱκάνωσον,
ἀγογγύστως καὶ χαίρειν ἐν ἅπασι,
καὶ δοξάζειν τὸ θεῖόν σου ὄνομα.

Ἀμήν.

Ἐκλογή ἀπό ποίημα Ἰωάννου Ἱερομονάχου Δημητριάδου,
Δανιηλίδου-Κατουνακιώτου, Ἀρχιμανδρίτου καὶ Πνευματικοῦ



.