Υπέρ ειρήνης του κόσμου

 

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν.

ὡς διὰ τοῦ Νῶέ ποτε, ἐξαποστείλαντος τὴν εἰρηνοποιὸν περιστεράν.

Οὐ καθὼς ὁ κόσμος δίδωσιν, ὡς πρόσχημα καὶ φρεναπάτην ἐκ τῆς ὑποκρισίας καὶ τοῦ ἐγωϊσμοῦ καὶ τῆς ἡδυπαθείας, ὡς ἐκ τοῦ κοσμοκράτορος τοῦ σκότους τοῦ αἰῶνος τούτου.


Πνεῦμα Ἅγιον, ποθητόν, σωτήριον, γαληνιαῖον, ἐπιφερόμενον ἐπὶ τοῦ τρικυμιώδους ὕδατος τῶν παθῶν,

ἀπόστειλον παντοκρατορικῶς, Ἀγαθέ, καὶ παῦσον τὴν ζάλην καὶ τὸν κλύδωνα καὶ τὴν ἀπειλήν.

Πνεύμα Ἅγιον, Πεῦμα θεῖον, Πνεῦμα φωτισμοῦ, συνέσεως, θεοσεβείας, ἐπιστροφῆς.

Πρεσβείαις τῆς Ὑπερευλογημένης Παντανάσσης  καὶ Μεσιτρίας ὑπὲρ τοῦ σύμπαντος Κόσμου, Θετόκου καὶ Ἀειπαρθένου Μαρίας.

 

Μεγαλυνάριον, ψαλλόμενον κατὰ τὰς Παρακλήσεις καὶ εἰς τὸ «Ἐξαιρέτως».

Πάτερ Παντοκράτορ, Δημιουργέ, ἄρχον παντὸς κόσμου καὶ φρονήσεως χορηγέ· ἱκετεύομέν σε κατάπαυσον πολέμους καὶ δώρησαι εἰρήνην, μόνε Φιλάνθρωπε.