Ψαλτήριο

 Την Κυριακή 21 Φεβρουαρίου 2021  ώρα 6 μμ

έχουν καθορίσει "συνάντηση προσευχής" οι απανταχού Εβραίοι,

με ικεσία να εμφανισθεί επί της γης ο "αναμενόμενος" Μεσσίας τους.

Επειδή πολυποίκιλα σχέδια παγκοσμίου κυριαρχίας κυκλοφορούν ως σενάρια, μάλιστα και με το αναγγελλόμενο Great Reset - Μεγάλη επανεκκίνηση της Ανθρωπότητος,

μας δημουργείται η υποψία, μήπως πρόκειται να αναγγελθεί η παγκόσμια συγκεντρωτική εξουσία, ο εγκόσμιος Μεσσίας, όπως τον φαντάζονται οι Εβραίοι.

Δικό μας χρέος, λοιπόν, είναι να απευθυνθούμε στον Αιώνο Μεσσία, στον Οποίο εδόθη "πάσα εξουσία εν ουρανω και επί γης" και να εκζητήσουμε την προστασία του.

 

Πολλώ μάλλον, την ώρα που ως Έθνος είμαστε τόσο ταπεινωμένοι και εγκλωβισμένοι στα αδιέξοδα και στις παγίδες, στις οποίες μας ενέβαλαν άνθρωποι ιδιαιτέρως μοχθηροί και καταχθόνιοι..

Αναμένεται δε σήμερα, να ανακοινώσει μια σοβαρή ΕλληνΟρθόδοξη κίνηση (Δίκτυο Ελληνισμού) κάποια πορίσματα μελέτης και αναζητήσεων, με ανάλογες κατευθύνσεις ενεργοποιήσεως και ευθύνης των συνειδητοποιημενων Ελλήνων Πολιτών.

Προσευχή, λοιπόν!.

Κάποιοι Γεροντάδες επέλεξαν αυτους τους Ψαλμούς.

Ας ανάψουμε το καντηλάκι μας, το κεράκι, το θυμιατό και ας προσευχηθούμε..

Ψαλμοί  3, 29, 34, 47, 51, 93, 131, 137   

 

Ψαλμός 3ος

Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· 
3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.
(διάψαλμα)
4 Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
5 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
(διάψαλμα)
6 Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
7 Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
8 Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς  μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
9 Τοῦ Κυρίου ἡ  σωτηρία,  καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

 

 

Ψαλμός 29ος

Υψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου  ἐπ᾿ ἐμέ.
3 Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·
4 Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.

5 Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·
6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ·

τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.
7 Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
8 Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν·

ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος.
9 Πρὸς σέ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.
10 Τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;

Μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
11 Ἤκουσε Κύριος καὶ ἠλέησέ με, Κύριος ἐγενήθη βοηθός μου.
12 Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέῤῥηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
13 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ.

Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.

 

 

Ψαλμός 34ος

Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.       
2 Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου,
3 ἔκχεον ρομφαίαν καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με·

εἶπον τῇ ψυχῇ μου· σωτηρία σού εἰμι ἐγώ.
4 Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.
5 Γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς·
6 γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς·
7 ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου.
8 Ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣν ἔκρυψε, συλλαβέτω αὐτόν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ.
9 Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
10 Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; Ρυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
11 Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με.
12 Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.
13 Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.
14 Ὡς πλησίον, ὡς ἀδελφῷ ἡμετέρῳ οὕτως εὐηρέστουν·

ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην.
15 Καὶ κατ᾿ ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπ᾿ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν.
16 Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ,

ἔβρυξαν ἐπ᾿ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
17 Κύριε, πότε ἐπόψῃ; Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου.
18 Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.
19 Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.
20 Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ  ἐλάλουν καὶ ἐπ᾿ ὀργὴν ὅλους διελογίζοντο.
21 Καὶ ἐπλάτυναν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν· εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.
22 Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·
23 ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου.
24 Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι.
25 Μὴ εἴποισαν ἐν ταῖς καρδίαις αὐτῶν. Εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν·

μηδὲ εἴποιεν· κατεπίομεν αὐτόν.
26 Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ᾿ ἐμέ.
27 Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσον οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην του δούλου αὐτοῦ.
28 Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου,

ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.

 

 

Ψαλμός 47ος

Μέγας Κύριος καὶ αἰνετὸς  σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ,
3 εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς. ῎Ορη Σιών, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου,
4 ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.
5 ῞Οτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό·
6 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν,
7 τρόμος ἐπελάβετο αὐτῶν, ἐκεῖ ὠδῖνες ὡς τικτούσης.
8 Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσίς.
9 Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν· ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
(διάψαλμα)
10 Ὑπελάβομεν, ὁ Θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου.
11 Κατὰ τὸ ὄνομά σου, ὁ Θεός, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου.
12 Εὐφρανθήτω τὸ ὄρος Σιών, ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκα τῶν κριμάτων σου, Κύριε.
13 Κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς,
14 θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἐν διηγήσησθε εἰς γενεὰν ἑτέραν.
15 ῞Οτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.

 

 

Ψαλμός 51ος

Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; 
4 Ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξηρὸν ἠκονημένον ἐποίησας δόλον.
5 Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. (διάψαλμα)
6 Ἠγάπησας πάντα τὰ ρήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.
7 Διὰ  τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ρίζωμά σου ἐκ γῆς ζώντων.
(διάψαλμα)
8 Ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ᾿ αὐτὸν γελάσονται καὶ ἐροῦσιν·
9 ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ᾿ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.
10 Ἐγὼ δὲ ὡσεὶ ἔλαια κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
11 Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.

 

 

Ψαλμός 93ος

Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο.
2 Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος  ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.

3 Ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται,
4 φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;
5 Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν,
6 χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν
7 καὶ εἶπαν· οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.
8 Σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ, καί, μωροί, ποτὲ φρονήσατε.
9 Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; Ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ κατανοεῖ;
10 Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει; Ὁ διδάσκων ἄνθρωπον γνῶσιν;
11 Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰσὶ μάταιοι.
12 Μακάριος ὁ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν
13 τοῦ πραΰναι αὐτὸν ἀφ᾿ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.
14 Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,
15 ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
(διάψαλμα)
16 Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;
17 Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου.
18 Εἰ ἔλεγον· σεσάλευται ὁ πούς μου, τὰ ἔλεός σου, Κύριε, ἐβοήθει μοι.
19 Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.
20 Μὴ συμπροσέστω σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα.
21 Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα ἀθῷον καταδικάσονται.
22 Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου·
23 καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός.

 

 

Ψαλμός 131ος

Μνήσθητι,  Κύριε, τοῦ  Δαυὶδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ,
2 ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ  Ἰακώβ·
3 εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,
4 εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου,
5 ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.
6 Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ   δρυμοῦ·
7 εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.

8 Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·
9 οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
10 Ἕνεκεν Δαυδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
11 Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου·
12 ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.
13 Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ·
14 αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν·
15 τὴν θήραν  αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων,
16 τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.
17 ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου·
18 τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.

 

 

Ψαλμός 137ος

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι, ὅτι ἤκουσας πάντα τὰ ρήματα τοῦ στόματός μου.
2 Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀλήθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομά τὸ ἅγιόν σου.

3 Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου.
4 Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ρήματα τοῦ στόματός σου.
5 Καὶ ᾀσάτωσαν ἐν ταῖς ᾠδαῖς Κυρίου,
6 ὅτι ὑψηλὸς Κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.
7 Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπ᾿ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σου, καὶ ἔσωσέ με ἡ δεξιά σου.
8 Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ.

Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.